Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.197 Joseph. AJ 17.202 (English) >>Joseph. AJ 17.205

17.200

Ἀρχέλαος δὲ ἐπὶ μὲν ἑβδόμην ἡμέραν πένθος τὸ ἐπὶ τῷ πατρὶ τιμῶν διετέλει· τόσας γὰρ διαγορεύει τὸ νόμιμον τοῦ πατρίου. ἑστιάσας δὲ τοὺς ὁμίλους καὶ καταλύσας τὸ πένθος ἄνεισιν εἰς τὸ ἱερόν. ἦσάν τε εὐφημίαι καὶ ἔπαινοι καθʼ οὕστινας ἴοι ἑκάστων τὰ πρὸς ἀλλήλους φιλοτιμουμένων εἰς τὸ δοκεῖν μείζοσι χρῆσθαι ταῖς εὐφημίαις. 17.201 δὲ ἐπὶ ὑψηλὸν βῆμα πεποιημένον ἀνελθὼν καὶ ἱδρυθεὶς εἰς θρόνον χρυσοῦν πεποιημένον ἀντεδεξιοῦτο τοὺς ὁμίλους χάρματι τῶν εὐφημιῶν τὴν εὔνοιαν αὐτῶν ἡδονῇ φέρων, χάριν τε ὡμολόγει, διότι μηδὲν αὐτῷ μνησικακοῖεν ἀνθʼ ὧν πατὴρ εἰς αὐτοὺς ὑβρίσειεν καὶ πειράσεσθαι μὴ ἐλλείψειν ἀμειβόμενον τὸ πρόθυμον αὐτῶν. 17.202ἄρτι μέντοι φειδὼ ποιεῖσθαι τοῦ βασιλείου ὀνόματος, τετιμῆσθαι γὰρ αὐτὸν τῇ ἀξιώσει ὅπερ βεβαίως Καῖσαρ ἐπικυρώσειε τὰς διαθήκας, αἳ ὑπὸ τοῦ πατρὸς ἐγράφησαν αὐτοῦ· διʼ ἣν αἰτίαν οὐδὲ τοῦ στρατεύματος ἐν Ἱεριχοῦντι τὸ διάδημα αὐτῷ περιθέσθαι προθυμουμένου δέξασθαι τὸ περιμάχητον τῆς ἐνθένδε τιμῆς διὰ τὸ μηδέπω τὸν κυρίως ἀποδώσοντα φανερὸν εἶναι παρασχόμενον. 17.203περιιόντων μέν γε εἰς αὐτὸν τῶν πραγμάτων οὐ λείψειν ἀρετῆς τοῦ ἀμειψομένου τὴν εὔνοιαν αὐτῶν· σπουδάσειν γὰρ ἐν πᾶσιν τὰ πρὸς αὐτοὺς φανεῖσθαι τοῦ πατρὸς ἀμείνων τὰ πάντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.197 Joseph. AJ 17.202 (English) >>Joseph. AJ 17.205

Powered by PhiloLogic